Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.327 Joseph. AJ 18.331 (English) >>Joseph. AJ 18.336

18.329οὐ γὰρ ἂν ψεύσαιτό τις δεξιῶν ὑπʼ αὐτοῦ δόσεων γενομένων οὐδὲ πιστεύειν ἐνδοιάσειεν, εἰ τοιᾶσδε ἀσφαλείας δόσις γίνοιτο παρὰ τῶν ἐν ὑποψίᾳ ἀδικήσειν καθεστηκότων. καὶ Ἀρτάβανος μὲν ταῦτα πράξας ἐκπέμπει τὸν Ἀνιλαῖον πείσοντα τὸν ἀδελφὸν ἐπανελθεῖν, 18.330ἔπρασσεν δὲ ταῦτα βασιλεὺς χρῄζων ἐνστομισμάτων τῇ ἀρετῇ τῶν Ἰουδαίων ἀδελφῶν εἰς φιλίαν κτήσασθαι τῶν ἐκείνου σατραπειῶν ἐν ἀποστάσει τε οὐσῶν καὶ διανοίᾳ τοῦ ἀποστησομένου μέλλων ἐλάσειν ἐπʼ αὐτούς. 18.331ἐδεδίει γάρ, μὴ καὶ περιεχομένου πολέμῳ τῷ ἐκείνῃ κατὰ χείρωσιν τῶν ἀφεστηκότων αὐξηθῶσιν ἐπὶ μέγα οἱ περὶ τὸν Ἀσιναῖον καὶ τὴν Βαβυλωνίαν ἤτοι γε συστήσονται ἐπʼ ἀκροάσει τῇ αὐτῶν καὶ τούτου γε ἀποτυχόντες τοῦ κακῶσαι μειζόνως οὐ διαμάρτοιεν. 18.332

μὲν δὴ ταῦτα διανοηθεὶς ἐκπέμπει τὸν Ἀνιλαῖον, δὲ πιθανὸς ἦν τῷ ἀδελφῷ τήν τε ἄλλην προθυμίαν εἰσηγούμενος τοῦ βασιλέως καὶ ὅρκιον τὸ γεγενημένον, ὥστε δὴ ἠπείγοντο ὡς τὸν Ἀρτάβανον. 18.333 δὲ ἡδονῇ αὐτοὺς δέχεται παραγενομένους ἐθαύμαζεν τε τὸν Ἀσιναῖον τοῦ ἐν ταῖς πράξεσιν εὐψύχου, θεωρῶν παντελῶς ὄντα ὀφθῆναι βραχύν τε καὶ τοῖς τὸ πρῶτον ὄψει συνελθοῦσιν ἐνδοῦναι καταφρονήματος ἀφορμὰς ὡς οὐδενὶ κρίνοιεν αὐτόν, φησί τε πρὸς τοὺς φίλους, ὡς μείζονα ἐν τῇ παραθέσει παρέχοιτο τὴν ψυχὴν τοῦ σώματος, παρά τε πότον δεικνὺς τὸν Ἀσιναῖον Ἀβδαγάσῃ τῷ αὐτοῦ στρατοπεδάρχῃ τό τε ὄνομα διασαφεῖ καὶ τὴν πᾶσαν ἀρετήν, χρῷτο εἰς πόλεμον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.327 Joseph. AJ 18.331 (English) >>Joseph. AJ 18.336

Powered by PhiloLogic